απολυτικιον αγιασ μαρινασ
Έτερο Απολυτίκιο
Ήχος δ'
Η αμνάς σου Ιησού, κράζει μεγάλη τη φωνή. Σε Νυμφίε μου ποθώ, και σε ζητούσα αθλώ, και συσταυρούμαι και συνθάπτομαι τω βαπτισμώ σου· και πάσχω δια σε, ως βασιλεύσω συν σοι, και θνήσκω υπέρ σου, ίνα και ζήσω εν σοι· αλλ' ως θυσίαν άμωμον προσδέχου την μετά πόθου τυθείσάν σοι. Αυτής πρεσβείαις, ως ελεήμων, σώσον τας ψυχάς ημών.

Κοντάκιο
Ήχος γ' . Η Παρθένος σήμερον
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, ακηράτοις στέμμασιν, εστεφανώθης Mαρίνα, αίμασι, του μαρτυρίου δε φοινιχθείσα, θαύμασι καταλαμπρύνθης των ιαμάτων, και της νίκης τα βραβεία, εδέξω Μάρτυς χειρί του Κτίστου σου. 

Μεγαλυνάριο
Την Λαμπάδα πάντες Τη φαεινήν, και της παρθενίας, τον ασύλλητον θυσαυρόν, τη νύμφη Κυρίου, και Άσπιλον Αμνάδα, Μαρίναν την αγίαν, ύμνοις τιμήσωμεν.

Παρακλητικός
Απολυτίκιο
Ήχος πλ. α'. Τον συνάναρχον Λόγον.
Μνηστευθείσα τω Λόγω Μαρίνα ένδοξε, των επίγειων την σχέσιν πάσαν κατέλιπες, και ενήθλησας λαμπρώς ως καλλιπάρθενος· τον γαρ αόρατον εχθρόν, κατεπάτησας στερρώς, οφθέντα σοι Αθληφόρε. Και νυν πηγάζεις τω κόσμω, των ιαμάτων τα χαρίσματα.

ΑΓΙΑ ΜΑΡΙΝΑ Η ΠΑΡΘΕΝΟΜΑΡΤΥΣ